Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.8.2 | Hdt. 4.9.4 (English) | >>Hdt. 4.11.1 |
4.9.2 ἰδόντα δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου ἴδοι ἵππους πλανωμένας · τὴν δὲ φάναι ἑωυτήν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν ἤ οἱ μιχθῇ · τό δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ .
4.9.3 κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων , βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ , καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι · τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν “ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσά τοι ἐγώ , σῶστρά τε σὺ παρέσχες · ἐγὼ γὰρ ἐκ σεῦ τρεῖς παῖδας ἔχω .
4.9.4 τούτους , ἐπεὰν γένωνται τρόφιες , ὅ τι χρὴ ποιέειν , ἐξηγέο σύ , εἴτε αὐτοῦ κατοικίζω (χώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὐτή ) εἴτε ἀποπέμπω παρὰ σέ .” τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν , τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν ·
4.9.5 “ἐπεὰν ἀνδρωθέντας ἴδῃ τοὺς παῖδας , τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις · τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῷ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον , τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ · ὃς δʼ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται , ἔκπεμπε ἐκ τῆς χώρης . καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι καὶ τὰ ἐντεταλμένα ποιήσεις .”
ch. 10
4.10.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.8.2 | Hdt. 4.9.4 (English) | >>Hdt. 4.11.1 |